18.289
Ἀγρίππας δὲ ὁ βασιλεύς, ἐτύγχανεν γὰρ ἐπὶ Ῥώμης διαιτώμενος, προύκοπτε φιλίᾳ τῇ πρὸς τὸν Γάιον μειζόνως. καί ποτε προθεὶς δεῖπνον αὐτῷ καὶ πρόνοιαν ἔχων πάντας ὑπερβαλέσθαι τέλεσί τε τοῖς εἰς τὸ δεῖπνον καὶ παρασκευῇ τοῦ εἰς ἡδονὴν φέροντος,
18.290ὡς μὴ ὅπως ἄν τινα τῶν λοιπῶν, ἀλλὰ μηδʼ αὐτὸν Γάιον πιστεύειν ποτε ἰσωθῆναι θελήσοντα οὐχ ὅπως ὑπερβαλέσθαι· τοσοῦτον ὁ ἀνὴρ τῇ παρασκευῇ πάντας ὑπερῆρεν καὶ τῷ τὰ πάντα ἢ Καίσαρος ἐκφροντίσας παρασχεῖν.
18.291καὶ ὁ Γάιος ἐκθαυμάσας τήν τε διάνοιαν αὐτοῦ καὶ τὴν μεγαλοπρέπειαν, ὡς ἐπʼ ἀρεσκείᾳ τῇ αὐτοῦ βιάζοιτο καὶ ὑπὲρ δύναμιν τῶν χρημάτων εὐπορίᾳ χρήσασθαι, βουλόμενός τε μιμήσασθαι τὴν Ἀγρίππου φιλοτιμίαν ἐφʼ ἡδονῇ τῇ αὐτοῦ πρασσομένην, ἀνειμένος ὑπὸ οἴνου καὶ τὴν διάνοιαν εἰς τὸ ἱλαρώτερον ἐκτετραμμένος, φησὶν ἐν συμποσίῳ παρακαλοῦντος εἰς πότον·
18.292“Ἀγρίππα, καὶ πρότερον μέν σοι τιμὴν συνῄδειν ᾗ ἐχρῶ τὰ πρὸς ἐμὲ καὶ πολλὴν εὔνοιαν μετὰ κινδύνων ἀποδειχθεῖσαν, οἷς ὑπὸ Τιβερίου περιέστης διʼ αὐτήν, ἐπιλείπεις τε οὐδὲν καὶ ὑπὲρ δύναμιν ἀρετῇ χρῆσθαι τῇ πρὸς ἡμᾶς. ὅθεν, αἰσχρὸν γὰρ ἡσσᾶσθαί με ὑπὸ τῆς σῆς σπουδῆς, ἀναλαβεῖν βούλομαι τὰ ἐλλελειμμένα πρότερον·
18.293ὀλίγον γὰρ πᾶν ὁπόσον σοι δωρεῶν ἐχόμενον ἀπεμοιρασάμην. τὸ πᾶν, ὅπερ σοι ῥοπὴν ἂν προσθείη τοῦ εὐδαίμονος, δεδιακονήσεται γάρ σοι προθυμίᾳ τε καὶ ἰσχύι τῇ ἐμῇ.” καὶ ὁ μὲν ταῦτα ἔλεγεν οἰόμενος γῆν τε πολλὴν τῆς προσόδου αἰτήσεσθαι ἢ καί τινων προσόδους πόλεων,